Ancient Greek
20.1 to 20.3
Epiphanius, Panarion (Adversus haereses) 20.1-2-3
Not analysed yet
20. Τριῶν οὖν ὅντων τὸ μὲν ὑλικόν, ὅ καὶ ἀριστερὸν καλοῦσι, κατὰ ἀνάγκην ἀπόλλυσθαι λέγουσιν ἅτε μηδεμίαν ἐπιδέξασθαι πνοὴν ἀφθαρσίας δυνάμενον. τὸ δὲ ψυχικόν, ὅ καὶ δεξιὸν προσαγορεύουσιν, ἅτε μέσον ὃν τοῦ τε πνευματικοῦ καὶ τοῦ ὑλικοῦ, ἐκεῖσε χωρεῖν, ὅπου ἂν καὶ τὴν πρόσκλισιν ποιήσηται. τὸ δὲ πνευματικὸν ἐκπεπέγφθαι, ὅπως ἐνθάδε τῷ ψυχικῷ συζυγὲν μορφωθῇ, συμπαιδευθὲν αὐτῷ ἐν τῇ ἀναστροφῇ. καὶ τοῦτ' εἶναι λέγουσι τὸ ἂλας καὶ τὸ φῶς τοῦ κόσμου. ἔδει γὰρ τῷ ψυχικῷ καὶ αἰσθητῶν παιδευμάτων. διὸ καὶ κόσμον κατεσκευάσθαι λέγουσι. καὶ τὸν σωτῆρα δὲ ἐπὶ τοῦτο παραγεγονέναι τὸ ψυχικόν, ἐπεὶ καὶ αὐτεξούσιόν ἐστιν, ὅπως αὐτὸν σὠσῃ.