Ancient Greek
Κατὰ Οὐαλεντίνων τῶν καὶ ΓνωστιΚῶν ݲ, τῆς δὲ ἀκολουθίας λα., Chapter 20
Epiphanius, Panarion (Adversus haereses) 20.4-2
Not analysed yet
ὦν γὰρ ἤμελλε σᾠζειν, τὰς ἀπαρχὰς αὐτὸν εἰληφέναι φάσκουσιν, ἀπὸ μὲν τῆς Ἀχαμὼθ τὸ πνευματικόν, ἀπὸ δὲ τοῦ Δημιουργοῦ ἐνδεδύσθαι τὸν ψυχικὸν χριστόν, ἀπὸ ἀπὸ δὲ τῆς οἰκονομίας περιτεθεῖσθαι σῶμα, ψυχικὴν ἔχον οὐσίαν, κατεσκευασμένον δὲ ἀρρήτῳ τέχνῃ πρὸς τὸ καὶ ὁρατὸν καὶ ψηλαφητὸν καὶ παθητὸν γενέσθαι. καὶ ὑλικὸν δὲ οὐδ᾿ ὁτιοῦν εἰληφέναι λέγουσιν αὐτόν. μὴ γὰρ εἶναι τὴν ὕλην δεκτικὴν σωτηρίας.