Ancient Greek
20.4 to 20.6
Epiphanius, Panarion (Adversus haereses) 20.4-6
Not analysed yet
ποία δὲ προσδοκία καὶ ποῖα παιδία ἀλλ' ἤ τὸ παρθένον γεννῆσαι ἄνευ ὠδίνων, ὅπερ οὐδμοῦ γεγένηται, καὶ τὸ τὸν δἰ αὐτὸν ἀπὸ Ἐλισάβετ κατὰ ἐπαυυελίαν γεννηθέντα Ἰωάννην παῖδα *,εἰ καὶ ὁ Ἰωάννης δἰ\ὠδίνων γεγέννηται; πῶς οὖν οὗτοι ἐκ σπέρματος ἀνδρος ψιλὸν ἄνθρωπον ὁρίζονται τὸν σωτῆρα; πῶς οὐ γνωσθήσεται ὡς καὶ Ἰερεμίας περὶ αὐτοῦ φησιν ὅτι »ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν«; διηγούμενος γὰρ ὁ προφήτης περὶ αὐτοῦ ἔλεγεν »τὶς γνώσεται αὐτόν; «. εἰ δὲ περὶ ψιλοῦ ἔλεγεν ἀνθρώπου, πάντως ἄν καὶ ὁ πατὴρ αὐτὸν ἐγίνωσκεν καὶ ἡ μήτηρ, συγγενεῖς τε καὶ γείτονες, σύσκηνοί τε καὶ συμπολῖται·