Ancient Greek
Κατὰ Ἐβιωναίων ιݲ, τῆς δὲ ἀΚολουθίας λݲ., Chapter 20
Epiphanius, Panarion (Adversus haereses) 20.7
Not analysed yet
ἀλλ' ἐπειδὴ ἐκ Μαρίας μέν ἐστι τὸ γέννημα, ἄνωθεν δὲ ἦλθεν ὁ θεὸς Λόγος, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλ' ἐκ πατρὸς μὲν ἀνωθεν γεννηθεὶς ἐν ἐληθείᾳ ἀχρόνως καὶ ἀνάρχως, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν εὐδοκήσας ἐν θήτρᾳ γενέσθαι παρθένου καὶ ἐξ αὐτῆς ἀναπλάσαι εἰς ἑαυτὸν τὴν σάρκα, διὰ τοῦτό φησι »καὶ ἄνθρωπος μέν ἐστι, τίς δὲ γνώσεται αὐτόν; τοῦτό φησι »καὶ ἄνθρωπος μέν ἐστι, τίς δὲ γνώσεται αὐτόν; «ὅτι θεὸς ἄνωθεν ἦλθεν, ὁ μονογενὴς θεὸς Λόγος.