Ancient Greek
Haeresis 21, Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 21.1
Not analysed yet
Σίμωνος γίνεται τοῦ μάγου πρώτη αἵρεσις ἀπὸ Χριστοῦ καὶ δεῦρο ἀρξαμένη, οὐσα αὕτη τῶν εἰς ὄνομα Χριστοῦ οὐκ ὀρθῶς οὐδὲ εὐαγῶς <πιστευόντων> ἀλλὰ κατὰ τὴν παραπεποιημένην ἐν φθορὰν τὰ δεινὰ ἐργαζομένων. οὗτος ὁ Σίμων γόης ἦν ,ἀπὸ Μῶν δὲ ὡρμᾶτο τῆς πόλεως τῆς ἐν τῇ Σαμαρείᾳ, νυνὶ κώμης ὑπαρχούσης. ἐφαντασίαζε δὲ τὸ γένος τῶν Σαμαρειτῶν ταῖς μαγείαις ἐξαπατῶν τε καὶ δελεάζων, ἔλεγεν δὲ ἑαυτὸν εἶναι τὴν μεγάλην δύναμιν τοῦ θεοῦ καὶ ἄνωθεν καταβεβηκέναι. τὸν πατέρα δὲ ἔλεγεν ἑαυτὸν τοῖς Σαμαρείταις, Ἰουδαίοις δὲ ἔλεγεν ἑαυτὸν εἶναι τὸν υἱόν, παθόντα δὲ μὴ πεπονθέναι. ἀλλὰ δοκήσει μόνον. ὑπεκορίσθη δὲ οὗτος τοὺς ἀποστόλους καὶ αὐτὸς δὲ ὁμοίως] ἴσα τοῖς ἄλλοις ὑπὸ Φιλίππου ἐβαπτίσθη μετὰ πολλῶν. οἱ πάντες δὲ χωρὶς αὐτοῦ ἐξεδέξαντο τὴν τῶν μεγάλων ἀποστόλων παρουσίαν καὶ διὰ τῆς αὐτῶν χειροθεσίας ἔλαβον πνεῦμα ἅγιον, ἐπειδήπερ Φίλιππος διάκονος ὢν οὐκ εἶχεν ἐξουσίαν τῆς χειροθεσίας τοῦ δι' αὐτῆς διδόναι πνεῦμα ἅγιον. οὐκ ὀρθὴν δὲ ὁ Σίμων ἔχων τὴν καρδίαν οὔτε τὸν λογισμόν, αἰσχροκερδίᾳ δέ τινι καὶ φιλοχρημοσύνῃ προσανέχων καὶ τῆς μοχθηρᾶς αὐτοῦ ἐπιτηδεύσεως ἐκτὸς βαίνων οὐδαμῶς. προσέφερε χρήματα Πέτρῳ τῷ ἀποστόλῳ, ὅπως δῴη αὐτῷ ἐξουσίαν ἐν τῇ ἐπιθέσει τῶν χειρῶν πνεῦμα ἅγιον παρέχειν, λογισάμενος ὀλίγον δώσειν πολλὴν δὲ ἀντὶ ὀλίγου τιὰ τοῦ ἄλλοις παρέχειν πνεῦμα ἐπισωρεῦσαι χρημάτων πληθὺν καὶ ἐπικερδῆσαι.