Ancient Greek
Haeresis 21, Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 21.2.1
Not analysed yet
2. Οὺτος μὲν οὐν ἔχων τὴν διάνοιαν πεπονηρευμένην ἀπὸ τῆς ἐν τῇ μαγείᾳ δαιμονιώδους πλάνης καὶ πεφαντασιωμένην, πρόχ· ειρος ὢν ἀεὶ τῆς ἑαυτοῦ κακίας τὰ βαρβαρικὰ καὶ δαιμονίων πράγματα διὰ τῆς ἑαυτοῦ μαγγανείας ἐπιδείκνυσθαι, παρελθὼν εἰς μέσον καὶ προσχήματι ὀνόματος Χριστοῦ, ὡς ἐλλέβορον μέλιτι παραπλέκων, δηλητήριον τοῖς ὑπ' αὐτοῦ ἀγρευθεῖσιν εἰς τὴν κακομήχανον αὐτοῦ πλάνην παρενθεὶς τῷ τοῦ ὀνόματος ἀξιώματι Χριστοῦ θάνατον ἐνεποίησεν τοῖς πεισθεῖσιν.