Ancient Greek
21.2.2 to 21.2.4
Epiphanius, Panarion (Adversus haereses) 21.2.2-4
Not analysed yet
λάγνος δὲ ὢν κατὰ τὴν φύσιν καὶ αἰδοῖ τῇ τῶν ἑαυτοῦ ὑποσχέσεων ὑπονυττόμενος, παραπεφθαρμένην ὑπόνοιαν τοῖς υπ αυτου απατωμένοις ο αγυρτης παρεποιησατο. γυναῖκα γαρ τινα ἑαυτῷ εὑράμενος ῥεμβάδα Ἑλένην τοὔνομα ἀπὸ τῆς Τυρίων ὁρμωμένην ἄγεται, μὴ ὑποφαίνων συνάφειαν ἔχειν πρὸς ταύτην· ἐν παραβύστῳ δὲ αἰσχρότητι συμπεριπλεκόμενος τῷ γυναίῳ ὁ γόης τινὰ μυθώθη ψυχαγωγίαν τοῖς ἑαυτοῦ μαθηταῖς ὑφηγεῖτο, δῆθεν ἑαυτὸν εἶναι δύναμιν θεοῦ λέγων τὴν μεγάλην, τὴν δὲ σύζυγον ποσράδα πνεῦμα ἅγιον εἶναι τετόλμηκεν λέγειν καὶ διὰ ταύτην κατεληλυθέναι φησίν. »ἐν ἑκάστῳ δὲ οὐρανῷ μετεμορφοὐμην, φησίν, κατὰ τὴν μορφὴν τῶν ἐν ἐκάστῳ οὐρανῷ, ἵνα λάθω τὰς ἀγγελικάσ μου δυνάμεις καὶ κατέλθω ἐπὶ τῆν Ἔννοιαν, ἥτις ἐστῖν αὕτη ἡ καὶ Π[ρούνικος καὶ πνεῦμα ἄκτισαν καὶ τοὺς ἀνθρώπους«. εἶναι δὲ ταύτην τὴν Ἐλένην ἐκείνην τὴν πάλαι, δι’ ἥν οἱ Τρῶες καὶ Ἔλληνες εἰς μάχην ἦλθον.