Ancient Greek
21.28 to 21.32
Epiphanius, Panarion (Adversus haereses) 21.28-32
Not analysed yet
»μετὰ τοῦτο ἦν ἑορτὴ τῶν Ἰουδαίων (οἶμαι δὲ ὅτι περὶ ἄλλης ἑορτῆς Ἰουδαίων λέγει, ἢ Πεντηκοστῆς ἢ σκηνοπηγιῶν) καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσό- λυμα«, ὅτε ἐπὶ τῆς προβατικῆς κολυμβήθρας ἐλθὼν ἐν σαββάτῳ ἰάσατο τὸν τριάκοντα ὀκτὼ ἔτεσιν ἐν ἀσθενείᾳ παραλελυμένον. ἀπ᾿ ἐντεῦθεν λοιπὸν πληρωθέντος τοῦ δεκτοῦ ἐνιαυτοῦ ἤρξαντο αὐτὸν διώκειν ἐξότε τὸν ἐπὶ τῆς κολυμβήθρας παραλυτικὸν ἰάσατο ἐν σαββάτῳ· εἶτα πάλιν λέγει »ἐπὶ πλεῖον ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ«. πῶς οὖν οὐ καταγνωστέαι αἱ αἱρέσεις ἐλλιπῆ ποιοῦσαι τὸν υἱὸς τὸν πατέρα; »ἴσον« γὰρ [φασίν] »ἑαυτὸν ποιῶν τῷ θεῷ«, λέγει τὸ εὐαγγέλιον. »μετὰ δὲ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος, ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὁρῶντες τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. ἀνῆλθεν οὖν ὁ Ἰησοῦς εἰς τὸ ὄρος καὶ ἐκεῖ ἐκαθέζετο μετὰ τῶν μαθητῶν αὐτοῦ. ἦν δὲ <ἐγγὺς> τὸ Πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων. «λοιπὸν ὡς λέγει τὰ ἄλλα εὐαγγέλια, παραδοθέντος τοῦ Ἰωάννου ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον· ὡς καὶ αὐτὸς Ἰωάννης συνῳδὰ τοῖς ἄλλοις εὑρίσκεται λέγων. τοῦ γὰρ Πάσχα ἐν μηνὶ Μαρτίῳ ἢ Ἀπριλλίῳ γινομένου ἐξ ἅπαντος δείκνυνται ἄλλοι ὄντες καιροὶ ἐν οἷς ὁ σωτὴρ μετὰ τὸν πειρασμὸν πρὸς τὸν Ἰωάννην ἀφικνεῖται.