Ancient Greek
22.1 to 22.6
Epiphanius, Panarion (Adversus haereses) 22.1-4-6
Not analysed yet
22. Κατηγοροῦσι δὲ οἱ αὐτοὶ πάλιν τοῦ ἁγίου εὐαγγελιστοῦ, μᾶλλον δὲ αὐτοῦ τοῦ εὐαγγελίου, ὅτι, φησίν, ὁ Ἰωάννης ἔφη δύο Πάσχα τὸν σωτῆρα πεποιηκέναι ἐν περιόδῳ ἐνιαυτῶν δύο, οἱ δὲ ἄλλοι εὐαγγελισταὶ περὶ ἑνὸς Πάσχα διηγοῦνται. καὶ οὐκ ἴσασιν οἱ ἰδιῶται ὅτι οὐ μόνον δύο Πάσχα ὁμολογεῖ τὰ εὐαγγέλια, ὡς πανταχόθεν ἐδείξαμεν, ἀλλὰ δύο μὲν πρῶτα λέγει καὶ αὐτὸ δὲ ἐν ᾧ πέπονθεν ὁ σωτὴρ ἄλλο Πάσχα, ὡς εἶναι τρία Πάσχα ἀπὸ τοῦ χρόνου τοῦ βαπτίσματος καὶ τῆς ἀρχῆς τοῦ χηρύγματος ἐπὶ τρισὶν ἔτεσιν ἕως τοῦ σταυροῦ. Γεννᾶται μὲν γὰρ ὁ σωτὴρ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου βασιλέως τῶν ῾Ρωμαίων ἐν ὑπατείᾳ τοῦ αὐτοῦ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ, ὡς ἔχει τὰ παρὰ ῾Ρωμαίοις ὑπατάρια. κεῖται γὰρ ἐν αὐτοῖς οὕτως· »τούτων ὑπατευόντων, φημὶ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων μετὰ δεκατρεῖς ἡμέρας τῆς χειμερινῆς τροπῆς καὶ τῆς τοῦ φωτὸς καὶ ἡμέρας προσθήκης. «ταύτην δὲ τὴν ἡμέραν ἑορτάζουσιν Ἕλληνες, φημὶ δὲ οἱ εἰδωλολάτραι, τῇ πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων, τῇ παρὰ ῾Ρωμαίοις καλουμένῃ Σατουρνάλια, παρ᾿ Αἰγυπτίοις δὲ Κρόνια, παρὰ Ἀλεξανδρεῦσι δὲ Κικέλλια. τῇ γὰρ πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων τοῦτο τὸ τμῆμα γίνεται, ὅ ἐστι τροπή, καὶ ἄρχεται αὔξειν ἡ ἡμέρα τοῦ φωτὸς λαμβάνοντος τὴν προσθήκην, πληροῖ δὲ δεκατριῶν ἡμερῶν ἀριθμὸν εἰς τὴν πρὸ ὀκτὼ εἰδὼν Ἰανουαρίων, ἕως ἡμέρας τῆς τοῦ Χριστοῦ γεννήσεως προστιθεμένου τριακοστοῦ ὥρας ἑκάστῃ ἡμέρᾳ·