Ancient Greek
Haeresis 21, Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 21.3.3
Not analysed yet
διὸ καὶ τὸν παρὰ τῷ Ὁμήρῳ δούρειον ἵππον μεμηχανημένον, ὃν νομίζουσιν Ελληνες ἐπίτηδες γεγενῆσθαι, ἔλεγε πάλιν ὁ γόης ὅτι ἄγνοιά ἐστι ἐστι τῶν ἐθνῶν· καὶ »ὡς οἱ Φρύγες ἕλκοντες αὐτὸν ἀγνοίᾳ τὸν ἴδιον ὄλεθρον ἐπεσπάσαντο, οὕτω γὰρ] καὶ τὰ ἔθνη τουτέστιν οἱ ἄνθρωποι οἱ ἐκτὸς τῆς ἐμῆς γνώσεως διὰ τῆς ἀγνοίας ἕλκουσιν ἑαυτοῖς τὴν ἀπώλειαν«.