Ancient Greek
Haeresis 21, Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 21.3.4
Not analysed yet
ἀλλὰ καὶ Ἀθηνᾶν πάλιν τὴν αὐτὴν ἔλεγε τὴν παρ’ αὐτῷ Εννοιαν καλουμένην, χρώμενος δῆθεν ὁ πλάνος ταῖς τοῦ ἁγίου ἀποστόλου Παύλου φωναῖς μεταποιῶν τε τὴν ἀλήθειαν εἰς τὸ αὐτοῦ ψεῦδος, τό »ἐνδύσασθε τὸν θώρακα τῆς πίστεως καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου κω κνημῖδας καὶ μάχαιραν καὶ θυρεόν‘, πάντα ταῦτα ἐπὶ τῆς τοῦ Φιλιστίωνος μιμολογίας ὁ ἀπατεὼν τὰ ὑπὸ τοῖ ἀποστόλου εἰρημένα διὰ στερεὸν λογισμὸν καὶ πίστιν ἁγνῆς ἀναστροφῆς καὶ δύναμιν Μου λόγου καὶ ἐπουρανίου εἰς χλεύην λοιπὸν καὶ οὐδὲν ἕτερον μεταστρέφων. »τί γάρ; «φησί, »ταῦτα πάντα εἰς Ἀθηνᾶς τύπους μυστηριωδῶς ἐσχημάτιζε« διὸ πάλιν ἔλεγεν, ὡς προεῖπον,