Ancient Greek
21.3.5 to 21.3.6
Epiphanius, Panarion (Adversus haereses) 21.3.5-6
Not analysed yet
ὑποφαίνων ἐκείνην τὴν μετ’ αὐτοῦ γυναῖκα τὴν ἀπὸ Τύρου ληφθεῖσαν αὐτῷ, τὴν ὁμώνυμον τῆς παλαιᾶς Ἑλένης, τὰ πάντα ταύτην καλῶν καὶ Ἔννοιαν καὶ Ἀθηνᾶν καὶ Ἑλένην καὶ τὰ ἄλλα, »καὶ διὰ ταύτην. φησί, καταβέβηκα· τοῦτο γάρ ἐστι τὸ γεγραμμένον ἐν τῷ εὐαγγελίῳ τὸ πρόβατον τὸ πεπλανημένον«. ἀλλὰ καὶ εἰκόνα τινὰ παραδέωκε τοῖς αύτοῦ ὡς δῆθεν αὐτοῦ οὐσαν καὶ προσκυνοῦσι ταύτην ἐν εἴδει Διός· ἄλλην δὲ ὡσαύτως Ἑλένης εἰκόνα παραδέδωκεν αὐτοῖς ἐν σχήματι Ἀθηνᾶς. καὶ προσκυνοῦσι ταύτας οἱ παρ' αὐτοῦ ἠπατημένοι.