Ancient Greek
22.1 to 22.2
Epiphanius, Panarion (Adversus haereses) 22.1-3-2
Not analysed yet
22. Παρελθόντες δὲ καὶ τούτου τὴν μοχθηρίαν καὶ τῶν ἀπ᾿ αὐτοῦ Μαρκωσίων λεγομένων ἐπὶ τὰς ἑξῆς σπεύσωμεν, ὠ ἐπιπόθητοι, τὰς αὐτῶν ῥίζας πάλιν ἀνερευνῶντες καὶ τῶν καρπῶν αὐτῶν τὴν πικρίαν ἀφανίζοντες, τήν τε ἀνατροπὴν καὶ τὰ κατ᾿ αὐτοὺς πάντα ἐπιδεικνύντες, οὐχὶ εἰς βλάβην τῶν ἐντυγχανόντων, ἀλλὰ εἰς ἀποτροπήν, πρὸς τὸ μὴ πλησιάσαι μιᾷ τῶν προειρημένων αἱρέσεων ἢ τῶν μετέπειτα, ἀλλὰ ἀναγνόντας τὰ γεγραμμένα παρ᾿ αὐτοῖς καὶ γνόντας τὰ ᾀδόμενα καὶ καταγνόντας τῆς ἑκάστης αὐτῶν πλάνης τε καὶ ἑρπετώδους μοχθηρίας ἀποφεύγειν τε καὶ ὡς εἶπον μὴ πλησιάζειν.