Ancient Greek
Κατὰ Μαρκωσίων ιδ, τῆς δὲ ἀκολουθίας λݲδݲ., Chapter 21
Epiphanius, Panarion (Adversus haereses) 21-2
Not analysed yet
21. Ταύτην τὴν πᾶσαν ἀκριβῆ ἔρευναν ὁ μακάριος πρεσβύτης Εἰρηναῖος ἐποιήσατο, καθ᾿ εἱρμὸν πάντα ἐκθέμενος τῆς αὐτῶν πάσης παραπεποιημένης διδασκαλίας. διόπερ δή, ὡς καὶ ἤδη μοι προδεδή- λωται, ὅτι] τοῖς ὑπ᾿ αὐτοῦ ἐσπουδασμένοις ἀρκεσθέντες πάντα πρὸς ἔπος, ὡς παρ᾿ αὐτῷ ἐμφέρεται, παρεθήκαμεν. ἀνατραπήσονται δὲ ἐξ αὐτῶν τῶν παρὰ τοῦ αγίου ἀνδρὸς εἰς ἀντίθεσιν τῆς αὐτῶν μοχθηρίας εἰρημένων. ἡμεῖς γὰρ πιστεύομεν, ὡς πάντῃ ἡ ἀλήθεια ὑποφαίνει καὶ ὁ εὔλογος λογισμὸς ὑποτίθεται καὶ τῷ τῆς εὐσεβείας κανόνι συμπεφώνηται τῷ τε νόμῳ καὶ τοῖς προφήταις καὶ τοῖς ἀπὸ τῶν ἀνέκαθεν πατριάρχαις κατὰ ἀκολουθίαν τῇ τε αὐτοῦ τοῦ σωτῆρος διδαχῇ, τοῦ >καὶ τῶν αὐτοῦ ἀποστόλων σαφῶς ἡμᾶς διδασκόντων ἕνα ὁμολογεῖν θεὸν πατέρα, παντοκράτορα τῶν ὅλων, καὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, μίαν ἁγίαν τριάδα ἄκτιστον, τῶν ἄλλων ἁπάντων ἐξ οὐκ ὄντων γενομένων μετὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. τούτων δὲ Παρὰ πάντων τῶν προειρημένων ἁγίων προφητῶν τε καὶ εὐαγγελιστῶν καὶ ἀποστόλων σαφῶς ὡμολογημένων καὶ πεπιστευμένων, οὐκ ἂν δυνηθείη κυβευτική τις ἐπίνοια ἀντισχεῖν πρὸς τὴν ἀκτῖνα τῆς ἀληθείας, ὥς γε ἡμῖν πολλάκις κατὰ πλάτος εἴρηται ἐν τῇ πρὸς ἑκάστην αἵρεσιν ἀντιθέσει· ὡς ἐξ ἅπαντος φωρᾶσθαι καὶ τοῦτον τὸν ἀγύρτην καὶ θανατοΠοιὸν ἰσοτύπως ταῖς προειρημέναις ἐπιδείξεως χάριν καὶ περιεργίας τὰ μεγάλα ταῦτα καττύσαντά τε καὶ μηχανησάμενον.