Ancient Greek
25.1 to 25.5
Epiphanius, Panarion (Adversus haereses) 25.1-2-5
Not analysed yet
καἰ öσα μὲν τοῖς ἐντὸς τοῦ Πληρώματος ἐφαρμόξουσιν, εἰρήκαμεν. ὅσα δὲ καὶ τοῖς ἐκτὸς τοῦ Πληρώματος αὐτῶν προσοικειοῦν πειρῶνται ἐκ τῶν γραφῶν, ἔστιν τοιαῦτα. τὸν κύριον ἐν τοῖς ἐσχάτοις τοῦ κόσμου τὸν ἔσχατον τῶν Αἰώνων γεγονὸς πάθος καὶ διὰ τούτου τοῦ τέλους ἐμφήνῃ τὸ τέλος τῆς περὶ τοὺς Αἰῶνας πραγματείας. τὴν δὲ δωδεκαετῆ παρθένον ἐκείνην, τὴν τοῦ ἀρχισυναγώγου θυγατέρα, ἣν ἐπῑστὰς ὁ κύριος ἐκ νερῶν ἤγειρεν, τύπον εἶναι διηγοῦνται τῆς Ἀχαμώθ, ἣν ἐπεκταθεὶς ὁ Χριστὸς αὐτῶν ἐμόρφωσεν καὶ εἰς αἴσθησιν ἤγαγε τοῦ καταλιπόντος αὐτὴν φωτός. ὅτι δὲ αὐτῇ ἐπέφανεν >ὁ σωτήρ, ἐκτὸς ἐκτὸς οὔσῃ τοῦ Πληρώματος ἐν ἐκτρώματος μοίρᾳ, τὸν Παῦλον λέγουσιν εἰρηκέναι ἐν τῇ πρώτῃ πρὸς Κορινθίους »ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί«. τήν τε μετὰ τῶν ἡλικιωτῶν τοῦ Σωτῆρος παρουσίαν πρὸς τὴν Ἀχαμὼθ ὁμοίως πεφανερωκέναι αὐτὸν ἐν τῇ αὐτῇ ἐπιστολῇ εἰπόντα »δεῖ τὴν γυναῖκα κάλυμμα ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους«. καὶ ὅτι ἥκοντος τοῦ Σωτῆρος πρὸς αὐτὴν δἰ αἰδῶ κάλυμμα ἐπέθετο ἡ Ἀχαμώθ <ἐπὶ τὸ πρόσωπον >Μωσέα πεποιηκέναι φανερόν, κάλυμμα θέμενον ἐπὶ τὸ πρόσωπον αὐτοῦ.