Ancient Greek
Κατὰ Οὐαλεντίνων τῶν καὶ ΓνωστιΚῶν ݲ, τῆς δὲ ἀκολουθίας λα., Chapter 25
Epiphanius, Panarion (Adversus haereses) 25.6
Not analysed yet
καὶ τὰ πάθη δὲ αὐτῆς ἅ ἔπαθεν *,ἐπισεσημειῶσθαι τὸν κύριον φάσκουσιν, καὶ ἐν μὲν τῷ εἰπεῖν ἐν τῷ σταυρῷ »ὁ θεός μου, εἰς τί ἐγκατέλιπές με« μεμηνυκέναι αὐτὸν ὅτι ἀπελείφθη ἀπὸ τοῦ φωτὸς ἡ Σοφία καὶ ἐκωλύθη ὑπὸ τοῦ Ὅρου τῆς εἰς τοὔμπροσθεν ὁρμῆς, τὴν δὲ λύπην αὐτῆς ἐν τῷ εἰπεῖν »περίλυπός ἐστιν ἡ ψυχή μου«, τὸν δὲ φόβον ἐν τῷ εἰπεῖν »πάτερ, εἰ δυνατόν, παρελθέτω ἀέ ἐμοῦ τὸ ποτήμιον« καὶ τὴν ἀπορίαν δὲ ὡσαύτως ἔ τῷ εἰρηκέναι »καὶ τί εἴπω οὐκ οἶδα«.