Ancient Greek
Κατὰ Οὐαλεντίνων τῶν καὶ ΓνωστιΚῶν ݲ, τῆς δὲ ἀκολουθίας λα., Chapter 25
Epiphanius, Panarion (Adversus haereses) 25.12
Not analysed yet
ὅτι δὲ ὧν ἤμελλε σῴζειν ὁ Σωτήρ, τούτων τὰς ἀπαρχὰς ἀνέλαβεν τὸν Παῦλον εἰρηκέναι »καὶ εἰ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα«, απαρχὴν μὲν τὸ πνευματικὸν εἰρῆσθαι διδάσκοντες, φήραμα δὲ ἡμᾶς τουτέστιν τὴν ψυχικὴν ἐκκλησίαν, ἧς τὸ φύραμα ἀνειληφέναι λέγουσιν αὐτὸν καὶ ἐν αὑτῷ συνανεστακέναι, ἐπειδὴ ἦν αὐτὸς ζύμη.