Ancient Greek
Κατὰ Οὐαλεντίνων τῶν καὶ ΓνωστιΚῶν ݲ, τῆς δὲ ἀκολουθίας λα., Chapter 25
Epiphanius, Panarion (Adversus haereses) 25.11
Not analysed yet
καὶ τὸν Παῦλον <δὲ> διαρρήδην εἰρηκέναι χοϊκοῦς ψυχικοὺς πνευματικούς. μέ »οἶος ὁ χοϊκός, τοιοῦτοι οἱ χοϊκοί«, ὅπου δέ »ψυχικὸς δὲ ἅνθρωπος ου δεχεται τὰ τοῦ πνεύματος«, ὅπου δέ »πνευματικὸς ἀνακρίνει τὰ πάντα«. τὸ δέ »ψυχικὸς δὲ οὑ δέχεται τὰ τοῦ πνεύματος« ἐπὶ τοῦ Δημιουργοῦ φασὶν εἰρῆσθαι, ὃν ψυχικὸν ὄντα μὴ ἐγνωκέναι μήτε τὴν Μητέρα πνευματικὴν οὖσαν μήτε τὸ σπέρμα αὐτῆς μήτε τοὺς ἐν τῷ Πληρώματι Αἰῶνας.