Ancient Greek
Κατὰ Οὐαλεντίνων τῶν καὶ ΓνωστιΚῶν ݲ, τῆς δὲ ἀκολουθίας λα., Chapter 26
Epiphanius, Panarion (Adversus haereses) 26.5
Not analysed yet
καὶ διὰ τῆς Ἄννας τῆς ἐν τῷ εὐαγγελίῳ κηρυσσομένης προφήτιδος, ἑπτὰ ἔτη μετὰ ἀνδρὸς ἐζηκυίας, τὸν δὲ λοιπὸν ἅπαντα χρόνον χήρας μεμενηκυίας, ἄχρις οὗ τὸν σωτῆρα ἰδοῦσα ἐπέγνω αὐτὸν καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι, φανερώτατα τὴν Ἀχαμὼθ μηνύεσθαι διορίζονται, ἥτις πρὸς ὀλίγον ἰδοῦσα <τότε> τὸν Σωτῆρα μετὰ τῶν ἡλικιωτῶν αὐτοῦ, τῷ λοιπῷ χρόνῳ παντὶ μένουσα ἐν τῇ Μεσότητι προσεδέχετο αὐτόν, πότε πάλιv ἐλεύσεται καὶ ἀποκαταστήσει αὐτὴν τῇ αὐτῆς συζυγίᾳ.