Ancient Greek
26.6 to 26.7
Epiphanius, Panarion (Adversus haereses) 26.6-2-7
Not analysed yet
καὶ τὸ ὄνομα δὲ αὐτῆς μεμηνῦσθαι ὑπὸ τοῦ σωτῆρος ἐν τῷ εἰρηκέναι »καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς«, καὶ ὑπὸ Παύλου δὲ οὕτως »σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις«. καὶ τὰς συζυγίας δὲ τὰς ἐντὸς Πληρώματος τὸν Παῦλον εἰρηκέναι φάσκουσιν ἐπὶ ἑνὸς δείξαντα· περὶ γὰρ τῆς περ᾿ τὸν βίον συζυγίας γράφων ἔφη »τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν«.