Ancient Greek
Κατὰ Οὐαλεντίνων τῶν καὶ ΓνωστιΚῶν ݲ, τῆς δὲ ἀκολουθίας λα., Chapter 27
Epiphanius, Panarion (Adversus haereses) 27.6
Not analysed yet
ἐν γὰρ τῷ Πατρὶ καὶ ἐκ τοῦ Πατρὸς ἡ Ἀρχή, ἐν δὲ τῇ Ἀρχῇ καὶ ἐκ τῆς Ἀρχῆς ὁ Λόγος. καλῶς οὖν εἶπεν »ἐν ἀρχῇ ἦν ὁ Λόγος«· ἦν γὰρ ἐν Υἱῷ. »καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν«· καὶ γὰρ ἡ Ἀρχὴ *. καὶ »θεὸς ἦι ὁ Λόγος«, ἀκολούθως· τὸ γὰρ ἐκ θεοῦ γεννηθὲν θεός ἐστιν. »οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν« ἔδειξε τὴν τῆς προβολῆς τάξιν.