Ancient Greek
27.7 to 27.14
Epiphanius, Panarion (Adversus haereses) 27.7-14
Not analysed yet
»πάντα δι᾿ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕω«· πᾶσι γὰρ τοῖς μετ’ αὐτὸν Αἰῶσι μορφῆς καὶ γενέσεως αἴτιος ὁ Λόγος ἐγένετο. ἀλλ᾿ »ὅ γέγονεν ἐν αὐτῷ, φησί, ζωή ἐστιν«. ἐνθάδε καὶ συζυγίαν ἐμήνυσεν· τὰ μὲν γὰρ ὅλα ἔφη δι᾿ αὐτοῦ γεγενῆσθαι, τὴν δὲ ζωὴν ἐν αὐτῷ. αὕτη οὖν ἡ ἐν αὐτῷ γενομένη οἰκειοτέρα ἐστὶν ἐν] αὐτῷ τῶν δι᾿ αὐτοῦ γενομένων· σύνεστι γὰρ αὐτῷ καὶ δι᾿ αὐτοῦ καρποφορεῖ. ἐπειδὴ γὰρ ἐπιφέρει »καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων«, Ἄνθρωπον εἰπὼν ἄρτι καὶ τὴν Ἐκκλησίαν ὁμωνύμως τῷ Ἀνθρώπῳ ἐμήνυσεν, ὅπως διὰ τοῦ ἑνὸς ὀνόματος δηλώσῃ τὴν τῆς συζυγίας κοινωνίαν· ἐκ γὰρ τοῦ Λόγου καἰ τῆς Ζωῆς Ἄνθρωπος γίνεται καὶ Ἐκκλησία. φῶς δὲ εἶπεν τῶν ἀνθρώπων τὴν Ζωὴν διὰ τὸ πεφωτίσθαι αὐτοὺς ὑπ᾿ αὐτῆς, ὅ δὴ ἐστι μεμορφῶσθαι καὶ πεφανερῶσθαι. τοῦτο δὲ καὶ ὁ Παῦλος λέγει »πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν«. ἐπεὶ τοίνυν ἡ Ζωὴ ἐφανέρωσε καὶ ἐγέννησε τόν τε Ἄνθρωπον καὶ τὴν Ἐκκλησίαν, φῶς εἴρηται αὐτῶν. σαφῶς οὖν δεδήλωκεν ὁ Ἰωάννης διὰ τῶν λόγων τούτων τά τε ἄλλα καὶ τὴν τετράδα τὴν δευτέραν· Λόγον καὶ Ζωήν, Ἄνθρωπον καὶ Ἐκκλησίαν. ἀλλὰ μὴν καὶ τὴν πρώτην ἐμήνυσε τετράδα. διηγούμενος γὰρ περὶ τοῦ σωτῆρος καὶ λέγων πάντα τὰ ἐκτὸς τοῦ Πληρώματος δι᾿ αὐτοῦ μεμορφῶσθαι, καρπὸν εἶναί φησιν αὐτὸν παντὸς τοῦ Πληρώματος. καὶ γὰρ φῶς εἴρηκεν αὐτὸν τὸ ἐν τῇ σκοτίᾳ φαινόμενον καὶ μὴ καταληφθὲν ὑπ᾿ αὐτῆς, ἐπειδὴ πάντα τὰ γενόμενα ἐκ τοῦ πάθους ἁρμόσας ἠγνοήθη ὑπ᾿ αὐτῶν. καὶ υἱὸν Τε καὶ ἀλήθειαν καὶ ζωὴν λέγει αὐτὸν καί »λόγον σάρκα γενόμενον· οὗ τὴν δόξαν ἐθεασάμεθα, φησί, καὶ ἦι ἡ δόξα αὐτοῦ οἵα ἦν ἡ τοῦ μονογενοῦς, ἡ ὑπὸ τοῦ Πατρὸς δοθεῖσα αὐτῷ, πλήρης χάριτος καἰ ἀληθείας«.