Ancient Greek
Κατὰ Οὐαλεντίνων τῶν καὶ ΓνωστιΚῶν ݲ, τῆς δὲ ἀκολουθίας λα., Chapter 29
Epiphanius, Panarion (Adversus haereses) 29.8
Not analysed yet
ὥς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα φῶθ᾿ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων, Εὐρυσθεύς, Σθενέλοιο πάις Περσηιάδαο ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀίδαο. βῆ ῥ᾿ ἴμεν, ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς, καρπαλίμως ἀνὰ ἄστυ, φίλοι δ᾿ ἅμα πάντες ἕποντο, νύμφαι τ᾿ ἠίθεοί τε πολύτλητοί τε γέροντες, οἴκτρ᾿ ὀλοφυρόμενοι, ὡς εἰ θανατὀνδε κιόντα. Ἑρμείας δ᾿ ἀπέπεμπεν ἰδὲ γλαυκῶπις Ἀθήνη· ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.