Ancient Greek
29.9 to 29.12
Epiphanius, Panarion (Adversus haereses) 29.9-12
Not analysed yet
τίς οὐκ ἄν τῶν ἀπανούργων συναρπαγείη ὑπὸ τῶν ἐπῶν τούτων καὶ νομίσειεν οὕτως αὐτὰ Ὅμηρον ἐπὶ ταύτης τῆς ὐποθέσεως πεποιηκέναι; ὁ δ᾿ ἔμπειρος τῆς Ὁμηρικῆς ὑποθέσεως <ἐπιγνώσεται ἐπιγνώσεται> μὲν τὰ ὑπόθεσιν οὐκ> ἐπιγνώσεται, εἰδὼς ὅτι τὸ μέν τι αὐτῶν ἐστι περὶ Ὀδυσσέως εἰρημένον, τὸ δὲ περὶ αὐτοῦ τοῦ Ἡρακλέος, τὸ δὲ περὶ τοῦ Πριάμου, τὸ δὲ περὶ Μενελάου καὶ Ἀγαμέμνονος· ἄρας δὲ αὐτὰ καὶ ἕν ἕκαστον ἀποδοὺς τῇ ἰδίᾳ <βίβλῳ> ἐκποδὼν ποιήσει τὴν <παροῦσαν> ὑπόθεσιν. Τε καὶ ὁ τὸν κανόνα τῆς ἀληθείας ἀκλινῆ ἐν ἑαυτῷ κατέχων, ὅν διὰ τοῦ βαπτίσματος εἴληφεν, τὰ μὲν ἐκ τῶν γραφῶν ὀνόματα καὶ τὰς λέξεις καὶ τὰς παραβολὰς ἐπιγνώσεται, τὴν δὲ βλάσφημον ὑπόθεσιν ταύτην οὐκ καὶ γὰρ εἰ τὰς ψηφῖδας γνωρίσει, ἀλλὰ τὴν ἀλώπεκα ἀντὶ τῆς βασιλικῆς εἰκόνος οὐ παραδέξεται· ἕν ἕκαστον δὲ τῶν εἰρημένων ἀποδοὺς τῇ ἰδίᾳ τάξει καὶ προσαρμόσας τῷ τῆς ἀληθείας σωματίῳ γυμνώσει καὶ ἀνυπόστατον ἐπιδείξει τὸ πλάσμα αὐτῶν.