Ancient Greek
Κατὰ Σεκουνδιανῶν οἶς συνήφθη Ἐπιφάνης καὶ Ἰσίδωρος ιݲβݲ, τῆς δὲ άκολουθίας λݲβݲ., Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 3-5
Not analysed yet
3. Ἴνα δὲ μὴ παραλείψωμέν τι τῶν παρά τισιν γινομένων τε καὶ λεγομένων, κἄν τε ἐν ἑκάστῃ· πολλοὶ εἶεν οἱ ἔξαρχοι καὶ αὐ- χοῦντες ἔτερα ἀνθ᾿ ἑτέρων ὑπὲρ τοὺς αὐτῶν διδασκάλους μυθοποιεῖσθαι, ἔτι ἐπιμενῶ ὑφηγούμενος τοὺς έν αὐτῇ τῇ αἱρέσει ὄντας, ἔτερα δὲ παρὰ τούτους λέγοντας, φημὶ δὲ περὶ Ἐπιφάνους τοῦ Ἰσι- δώρου, ἐκ προφάσεως παραινετικῶν ῥημάτων ἑαυτὸν ἔτι εἰς περισσότερον βυθὸν ταλαιπωρίας καταγαγόντος, τἀληθῆ μὲν εἰπεῖν ἀπὸ Καρποκράτους τοῦ ἰδίου πατρὸς κατὰ σάρκα εἰληφότος τὰς προφάσεις, συνημμένου δὲ τῇ αἱρέσει τοῦ προειρημένου Σεκούνδου καὶ αὐτοῦ τῶν Σεκουνδιανῶν ὑπάρχοντος. πολλὴ γὰρ ἑκάστου τῶν πεπλανη- μένων πρὸς τὸν ἔτερον διαφορὰ καὶ συρφετώδης ὡς εἰπεῖν πολυμιξία κενοφωνίας. οὑτος γὰρ ὁ Ἐπιφάνης, ὡς ἔφην, υἱὸς ὤν Καρ- ποκράτους, μητρὸς δὲ Ἀλξανθρείας οὕτω καλουμένης, τούτοις ὡς προεῖπον συνάπτεται· ἀπὸ Κεφαλληνίας μὲν τὸ πρὸς πατρὸς γένος ὤν, ἑπτακαιδεκαετῆ <δὲ> βιώσας χρόνον θᾶττον τὸν κατέστρεψεν, τοῦ κυρίου ὥσπερ ἀκάνθας τοὺς φαύλους ἀπαλλάσσοντος, κρεῖττόν τι περὶ τῆς οἰκουμένης προνοοῦντος. μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν οἱ πρὸς αὐτοῦ πεπλανημένοι τῆς ἀπ’ αὐτοῦ πληγῆς οὐκ ἀπέσχοντο. ἐν Σάμῳ γὰρ ὡς θεὸς ἔτι καὶ εἰς δεῦρο τιμᾶται· τέμε- νος γὰρ αὐτῷ ἱδρύσαντες οἱ ἐπιχώριοι θυσίας καὶ τελετὰς ἐπιτελοῦσι κατὰ νεομηνίαν, βωμοὺς δὲ αὐτῷ ἔστησαν καὶ μουσεῖον εἰς ὅνομα αὐτοῦ περίπυστον ἀνεστήσαντο, τὸ δὴ Ἐπιφάνους μουσεῖον καλού- μενον. θύουσι γὰρ αὐτῷ οἱ Κεφαλλῆνες εἰς τοσαύτην πλάνην ἐλη- λακότες καὶ σπένδουσι καὶ ἐν τῷ ἰδρυμένῳ αὐτοῦ τεμένει εὐωχοῦνται ὔμνους τε αὐτῷ ᾄδουσι. δι᾿ ὑπερβολὴν δὲ τῆς ἐκείνου παιδείας, ἐγκυκλίου τε καὶ Πλατωνικῆς, ἡ πᾶσα τοῖς προειρημένοις κατά τε τὴν αἵρεσιν καὶ κατὰ τὴν ἑτέραν πλάνην, λέγω <δὲ> τὴν εἰς μανίαν τοὺς ἐπιχωρίους τρέψασαν, γέγονεν ἀπ΄ αὐτοῦ άπάτη. συνήπ- τετο γοῦν οὖτος ὁ Ἐπιφάνης Σεκούνδῳ καὶ τοῖς ἀμφ’ αὐτόν. τὴν γὰρ αὐτοῦ ἰοβολίαν ἀπεμάξατο, λέγω >τὴν τῆς ἀδικούσης ἑρπετώδους φθορᾶς περιττολογίαν.