Ancient Greek
3.1 to 3.5
Epiphanius, Panarion (Adversus haereses) 3.1-15-5
Not analysed yet
3. »Τὸν διὰ Μωσέως τεθέντα νόμον, ἀδελφή μου καλὴ Φλώρα, ὅτι μὴ πολλοὶ προκατελάβοντο, μήτε τὸ θέμενον αὐτὸν ἐγνωκότες μήτε τὰς προστάξεις αὐτοῦ αὐκριβῶς, ἡγοῦμαι καὶ σοὶ εὐσύνοπτον ἔσεσθαι μαθούσῃ τὰς διαφωνούσας γνώμας περὶ αὐτοῦ. οἱ μὲν γὰρ ὑπὸ δεοῦ καὶ πατρὸς νενομοθετῆσθαι τοῦτον λέγουσιν, ἕτεροι δὲ τούτοις τὴν ἐναντίαν ὁδὸν τραπέντες ὑπὸ τοῦ ἀντικειμένου φθοροποιοῦ διαβόλου τεθεῖσθαι τοῦτον ἰσχυρίζνται, ὡς καὶ τὴν τοῦ κόσμου προσάπτουσιν αὐτῷ δημιουργίαν, πατέρα καὶ ποιητὴν τοῦτον λέγοντες εἶναι τοῦδε τοῦ παντός. <πάντως διέπταισαν οὖτοι, διᾴδοντες ἀλλήλοις καὶ ἑκάτεροι αὐτῶν διαμαρτόντες παρὰ αφίσιν αὐτοῖς τῆς τοῦ προκειμένου ἀληθείας. οὔτε γὰρ ὑπὸ τοῦ τελείου θεοῦ καὶ πατρὸς φαίνεται τοῦτον τεθεῖσθαι ἑπόμενον γὰρ ἐστιν), ἀτελῆ τε ὄντα καὶ τοῦ ὑφ᾿ ἐτέρου πληρωθῆναι ἐνδεῆ, ἔχοντά τε προστάξεις ἀνοικείας τῇ τοῦ τοιούτου δεοῦ φύσει τε καὶ γνώμῇ· οὔτ᾿ αὖ πάλιν τῇ τοῦ ἀντικειμένου ἀδικίᾳ νόμον προσάπτειν *<τὸ> ἀδικεῖν <ἀν>αθριπτβτα· *ἑξῆς τι μὴ συνορώντων, <κατὰ> τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα· »οἰκία ἢ πόλις μερισθεῖσα ἐφ’ ἑαυτὴν ὅτι μὴ δύναται στῆναι« ὁ σωτὴρ ἡμῶν ἀπεφήνατο.