Ancient Greek
Κατὰ Πτολεμαϊτῶν ιݲγݲ, τῆς δὲ ἀκολουθίας λݲγݲ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2.6
Not analysed yet
εἰς δὲ περισσότερον ἔλεγχον τοῦ ἀπατεῶνος καθεξῆς ὑποτάξας παραθήσομαι τὰ ὺπ᾿ αὐτοῦ φύσει Πτολεμαίου Φλώρᾳ τινὶ γυναικὶ γραφέντα ἐπαγωγά τε καὶ δηλητήρια ῥήματα, ἵνα μή τις νομίσειεν ἡμᾶς ἐξ ἀκοῆς μόνον τὸν ἀπατεῶνα ἐλέγχειν, μὴ πρότερον ἐντυχόντας τῇ παρ’ αὐτοῦ πεποιημένῃ διδασκαλίᾳ· πρὸς γὰρ τοῖς εἰρημένοις καὶ τὸν νόμον τοῦ θεοῦ τὸν διὰ Μωυσέως βλασφημῶν οὐκ αἰσχύνεται), ἅ καὶ ἔστι ταῦτα· Πτολεμαίου πρὸς Φλώραν.