Ancient Greek
Haeresis 3, Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 3.1.4
Not analysed yet
Φαλὲκ δὲ γεννᾷ τὸν Ῥαγαῦ, Ῥαγαῦ τὸν Σεροὺχ τὸν ἑρμηνευόμενον ἐρεθισμόν, ἀφ’ οὗ ἤρξατο εἰς ἀνθρώπους ἡ εἰδωλολατρεία τε καὶ ὁ Ἑλληνισμός, ὡς ἡ ἐλθοῦσα εἰς ἡμᾶς γνῶσις περιέχει. οὔπω δὲ ἐν ξοάνοις καὶ ἐν τορείαις λίθων ἢ ξύλων ἢ ἀργυροτεύκτων ἢ <ἐκ> χρυσοῦ ἢ ἄλλης τινὸς ὕλης πεποιημέναις, μόνον δὲ διὰ χρωμάτων καὶ εἰκόνων ἠ τοῦ ἀνθρώπου διάνοια ἑαυτῇ ἐφηύρατο τὴν κακίαν καὶ διὰ τοῦ αὐτεξουσίου καὶ λογιότητος καὶ νοῦ ἀντὶ τῆς ἀγαθότητος τὸ παράνομον ἐφηύρατο.