Ancient Greek
3.1.5 to 3.1.12
Epiphanius, Panarion (Adversus haereses) 3.1.5-12
Not analysed yet
γίνεται δὲ τῷ Σεροὺχ παῖς ὁ Ναχώρ, Ναχὼρ δὲ γεννᾷ τὸν Θάρρα. ἐντεῦθεν γέγονεν ἀνδριαντοπλασία ἀπὸ πηλουργίας καὶ κεραμικῆς ἐπιστήμης ἐκ τῆς τοῦ Θάρρα τούτου τέχνης. περιέστη δὲ ὁ αἰὼν εἰς εἰκοστὴν γενεὰν ἕως τούτου, ἐτῶν τρισχιλίων τριακοσίων τριάκοντα δύο. καὶ οὐδεὶς πώποτε τῶν προτέρων πρὸ πατρὸς υἱὸς ἐτελεύτα, ἀλλὰ πατέρες πρὸ παίδων τελευτῶντες τοὺς υἱοὺς διαδόχους κατελίμπανον καὶ μή τις λεγέτω περὶ τοῦ Ἄβελ· οὐ γὰρ θανάτῳ ἰδίῳ τέθνηκεν)· ἐξότε δὲ Θάρρα ἀντίζηλον τῷ θεῷ προεστήσατο διὰ τῆς ἰδίας πηλουργίας τεχνησάμενος, τὰ ὅμοια οἷς ἔπραξαν ἀπὸ τῆς δίκης ἀπείληφε καὶ αὐτὸς παραζηλωθεὶς διὰ τοῦ ἰδίου τέκνου. ὅθεν θαυμάσασα ἡ θεία γραφὴ ἐπεσημήνατο λέγουσα καὶ ἀπέθανεν Ἀρρὰν ἐνώ πιον Θάρρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ τῆς τῆς γεννήσεως αὐτοῦ‘. ἕως τούτου ἔμεινε Σκυθική τις διαδοχὴ καὶ ἐπίκλησις. οὔπω δὲ ἦν τις αἵρεσις, οὔπω μηχανή τις ἑτέρα ἢ μόνον »<πρώτη> πορνεία, εἰδώλων«. καὶ ἔνθεν ἐθεοποιήσαντο ἢ κακοδαίμονας τυράννους ἢ γόητας φαντάσαντας τὴν οἰκουμένην, τιμήσαντες τὰ τούτων μνήματα, καὶ μετέπειτα πολλῷ τῷ χρόνῳ τοὺς περὶ Κρόνον καὶ Δία Ῥέαν τε καὶ Ἡραν καὶ τοῖς ἀμφ᾿ αὐτούς, ἔπειτα δὲ Ἀκινάκην σέβοντες οἵ τε τῶν Σκυθῶν Σαυρομάται Ὄδρυσόν τε τῶν Θρᾳκῶν προπάτορα, ἐξ οὗ τὸ γένος κατάγεται Φρυγῶν· ὅθεν καὶ Θρᾷκες ἀπὸ τοῦ Θήρας ἐπίκλην τοῦ ἐν τῇ πυργοποιίᾳ γεγενημένου καλοῦνται. περιέστη δὲ πᾶς ὁ χρόνος ἐντεῦθεν λαβούσης τῆς πλάνης ἀρχὴν εἰς τὸν προδηλούμενον καιρόν, *φύρων λοιπὸν τὰς ὁδούς· συγγραφεῖς τε ἔνθεν καὶ ἱστοριογράφοι ἀπὸ τῆς τῶν Αἰγυπτίων ἐρανισάμενοι ἐθνούμθου πλάνης *,ὅθεν δὴ τὰ τῆς φαρμακείας καὶ μαγείας ηὑρέθη. μετηνέχθη δὲ ταῦτα εἰς Ἕλληνας ἀπὸ τῆς ἡλικίας Κέκροπος. καὶ ἦν μὲν κατὰ τοῦτον τὸν καιρὸν Νίνος ἐν Ἀσσυρίοις καὶ Σεμίραμις, σύγχρονοι ὄντες τῷ Ἀβραάμ, Αἰγυπτίων δὲ ἑκκαιδεκάτη |δυναστεία· οἱ ἐν Σικυῶνι P9 δὲ τότε μόνοι ἐβασιλεύοντο, ἡς βασιλείας ἀρχὴ γέγονεν Εὔρωψ.