Ancient Greek
3.2 to 3.5
Epiphanius, Panarion (Adversus haereses) 3.2-5-5
Not analysed yet
καὶ γὰρ οὐκ αἴτιον τὸ ἐργαλεῖον τῶν ὑπ’ αὐτοῦ γινομένων, ἀλλὰ ὁ ἐνεργῶν τὸ ἐνέργημα διὰ τοῦ ἐργαλείου δι' οὑ τὸ ἔργον γίνεται, ὡς καὶ γέγραπται »μὴ δοξασθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν« καὶ τὰ ἑξῆς. οὕτω δὲ ὸρῶμεν ὅτι οὔτε ἡ μάχαιρα αἰτία τοῦ φόνου, ἀλλὰ ὁ τῇ μαχαίρᾳ τὸν φόνον ἐπιχειρήσας καὶ οὐ τὸ κηροπλαστεῖον δύναται δι' ἑαυτοῦ ποιεῖν τὰ πλασσόμενα, ἀλλὰ ὁ τὸ κηροπλαστεῖον καὶ τὸ πλάσμα ἐργασάμενος. οὐκοῦν οὐδὲ οἱ ἄγγελοι αἴτιοι, ἀλλ’ ὁ τοὺς ἀγγέλους ποιήσας, εἰ καὶ <μὴ> ἦν αὐτοῖς τοῦ [μὴ] ποιῆσαι ἄνθρωπον. ἢ γὰρ καταψηφίζεται τῆς ἄνω δυνάμεως ἄγνοιαν καὶ ἀγνωσίαν τῶν μελλόντων ἔσεσθαι, παρὰ τὸ αὐτῆς θέλημα ἐπιτελουμένων, ἢ εὐδοκίᾳ τῇ ἑαυτῆς *τοὺς ἀγγέλους πεποιηκέναι πρὸς τὸ χρήσιμον τὴν κατασκευὴν τοῦ ἀνθρώπου, οὗ ἤθελε κατασκευάζειν ποιήσασα τοὺς ἀγγέλους, καὶ μὴ ἐντειλαμένη τοῦ μὴ] ἐπιτελέσαι τὸ ἐπιχείρημα τουτέστι τοῦ ἀνθρώπου τὸ πλαστεῖον, ὡς ἡ αὐτοῦ μυθώδης τεχνουργία περιέχει.