Ancient Greek
Κατὰ Ἡρακλεωνιτῶν ιݲςݲ, τῆς δὲ ἀκολουθίας λݲςݲ., Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 3.4-3
Not analysed yet
ὄγδοον, ἐν ὑστερήματι δὲ καὶ ἐν ἀγνωσίᾳ· καὶ λέγειν τὸν ἐκ τοῦ βίου ἐξελθόντα τοῖς περὶ τὸν Δημιουργόν »σκεῦός εἰμι ἔντιμον μᾶλλον παρὰ τὴν θήλειαν τὴν ποιήσασαν ὑμᾶς. εἰ ἡ Μήτηρ ὑμῶν ἀγνοεῖ τὴν ἑαυτῆς ῥίζαν, ἐγὼ οἶδα ἐμαυτὸν καὶ γινώσκω ὅθεν εἰμὶ καὶ ἐπικαλοῦμαι τὴν ἄφθαρτον Σοφίαν, ἥτις ἐστἰν ἐν τῷ Πατρί, μήτηρ δὲ τῆς Μητρὸς ὑμῶν τῆς μὴ ἐχούσης πατέρα, ἀλλ᾿ οὔτε σύζυγον ἄρρενα·