Ancient Greek
3.5 to 3.6
Epiphanius, Panarion (Adversus haereses) 3.5-3-6
Not analysed yet
θήλεια δὲ ὑπὸ θηλείας γενομένη ἐποίησεν ὑμᾶς, ἀγνοοῦσα καὶ τὴν μητέρα αὐτῆς καὶ δοκοῦσα ἑαυτὴν εἶναι μόνην. ἐγὼ δὲ ἐπικαλοῦμαι αὐτῆς τὴν μητέρα«. ταῦτα δὲ τοὺς περὶ τὸν Δημιουργὸν ἀκούσαντας σφόδρα ταραχθῆναι καὶ καταγνῶναι αὐτῶν τῆς ῥίζης καὶ τοῦ γένους τῆς Μητρός, αὐτὸν δὲ πορευθῆναι εῖς τὰ ἴδια ῥίψαντα τὸν δεσμὸν αὐτοῦ καὶ τὸν ἄγγελον τουτέστιν >ψυχήν. οἴονται μὲν γὰρ μετὰ σῶμα καὶ ψυχὴν εἶναί τι καὶ ἕτερον ἐν ἀνθρώπῳ. καὶ περὶ μὲν τῆς ἀπολυτρώσεως ταῦτά ἐστιν ὅσα εἰς ἡμᾶς συν]ελήλυθεν.