Ancient Greek
Κατὰ Κολορβασίων ιε, τῆς δὲ ἀκολουθίας λݲεݲ., Chapter 3
Epiphanius, Panarion (Adversus haereses) 3.6-4
Not analysed yet
ἀλλ᾿ εἰ καὶ ὀγδοήκοντά εἰσι παλλακαί, αἵτινές εἰσιν αἱ αἱρέσεις, ἔπειτα δὲ νεάνιδες ὡν οὐκ ἔστιν ἀριθμός, φησί μία ἐστὶ περιστερά μου, τελεία μου« τουτέστιν αὐτὴ ἡ ἁγία νύμφη καὶ καθολικὴ ἐκκλησία· περιστερὰ μὲν ὡς ἔφην διὰ τὸ ἥμερον καὶ ἄκακον καὶ καθαρὸν τοῦ ζῴου, τελεία δὲ διὰ τὸ τὴν τελείαν ἐκ θεοῦ λαβεῖν χάριν καὶ γνῶσιν παρ᾿ αὐτοῦ τοῦ σωτῆρος διὰ πνεύματος ἁγίου.