Ancient Greek
3.7 to 3.10
Epiphanius, Panarion (Adversus haereses) 3.7-3-10
Not analysed yet
αὐτὸς οὖν ὁ νυμφίος, ὁ ἀπεσταλμένος ἑρμηνευόμενος τουτέστιν Σιλωάμ, ὕδωρ ἔχει πορευόμενον ἡσυχῆ τουτέστιν διδασκαλίαν ἄδουπον καὶ ἐφοφοποιὸν καὶ ἀφαντασίαστον καὶ ἀκόμπαστον. ἡ όὲ αὐτοῦ νύμφη καὶ αὐτὴ ἥσυχος περιστερά, μήτε ἰὸν ἔχουσα μήτε μυλοστομίδας μήτε κέντρα, ὡς οὑτοι πάντες οἱ ἑρπετόμορφοι καὶ ἰὸν ἀναβλυστάνοντες, ἕκαστος φιλοτιμησάμενος δηλητήριόν τι τῷ κόσμῳ κατασκευάσαι καὶ λυμήνασθαι τοὺς αὐτῷ πεισθέντας· ὧν καὶ οὗτος εἷς ὢν τυγχάνει ὁ ἐνταῦθά μοι σπουδασθεὶς φωραθῆναι διὰ θείου λόγου καὶ βοηθείας τῆς ἄνωθεν καὶ συντριβῆναι δίκην φαλαγγίου τετραγνάθου ἑρπετοῦ καλουμένου ἢ ὡς ἀπὸ ἀμφισβαίνης τῆς δικεφάλου ἐχίδνης τμηθεῖσα κεφαλὴ ἐν συντομίᾳ κατακλασθῆναι. παρελθὼν δὲ τοῦτον πάλιν τὰς ἑξῆς διασκοπήσω καὶ ταύτας διεξιὼν δι᾿ εὐχῆς αἰτήσω τὰ μὲν κατ᾿ αὐτὰς κατὰ ἀλήθειαν ἐξειπεῖν, μηδένα δὲ βλάψαι ἢ αὐτὸς βλαβῆναι.