Ancient Greek
3.8 to 3.9
Epiphanius, Panarion (Adversus haereses) 3.8-2-9
Not analysed yet
πάντῃ γὰρ ἐκφωνεῖ παλαιὰ καὶ καινὴ διαθήκη τοῦ Κάϊν τὴν ἀσέβειαν επικηρυκευομένη. οὑτοι δὲ τοὐναντίον, τοῦ σκότους ὄντες ἐρασταὶ καὶ τῶν κακοποιῶν μιμηταί. τὸν Ἄβελ μισοῦσι, τὸν δὲ Κάϊν ἀγαπῶσι καὶ τῷ Ἰούδᾳ τὸν ἔπαινον διδόασι. φθοριμαίαν δὲ γνῶσιν ζονται, δύο τάττοντες δυνάμεις, ἀσθενεστέραν τε καὶ δυνατωτέραν, ἀντιμαχομένας [δὲ] πρὸς ἀλλήλας, ποιούσας δὲ ἐν τῷ κόσμῳ οὐ γνώμης ἀλλοίωσιν, ἀλλὰ τῶν γεγενημένων τοὺς μὲν κατὰ φύσιν ἀπὸ κακίας τὴν οὐσίαν ἔχειν, τοὺς δὲ ἀπὸ ἀγαθότητος. οὐδένα δὲ κατὰ γνώμην ἀγαθὸν ἢ φαῦλον εἶναι λέγουσιν, ἀλλὰ κατὰ φύσιν.