Ancient Greek
3.1 to 3.7
Epiphanius, Panarion (Adversus haereses) 3.1-19-7
Not analysed yet
3. Τὰ δὲ αὐτὰ μυθώδη καὶ οὑτοι παραπλέκουσι τῇ περὶ τῶν αὐτῶν δηλητηρίων τῆς ἀγνωσίας δόσει, τοῖς πειθομένοις ἐπιβουλεύ- οντες ὅτι δεῖ πάντα ἄνθρωπον ἑαυτῷ ἑλέσθαι τὴν ἐσχυροτέρον δύναμιν καὶ τῆς ἥττονος καὶ ἀτόνου ἀποχωρίζεσθαι, τουτέστιν τῆς τὸν οὐρανὸν ποιησάσης καὶ τὴν σάρκα καὶ τὸν κόσμον, καὶ ὑπερβαίνειν εἰς τὰ ἀνώτατα διὰ τῆς τοῦ Χριστοῦ σταυρώσεως. διὰ γὰρ τοῦτο, φασίν, ἡλθεν ἄνωθεν, ἵνα ἐν αὐτῷ ἐνεργηθῇ δύναμις ἰσχυρά, κατὰ τῆς ἀσθενεστέρας δυνάμεως τὸ τρόπαιον λαβοῦσα καὶ τὸ σῶμα παραδοῦσα. καὶ οἱ μὲν αὐτῶν τοῦτο λέγουσιν, ἄλλοι δὲ ἄλλα. οἱ μὲν γὰρ λέγουσι διὰ τὸ πονηρὸν εἶναι τὸν Χριστὸν παραδοθῆναι αὐτὸν ὑπὸ τοῦ Ἰούδα, βουλόμενον διαστρέφειν τὰ κατὰ τὸν νόμον. ἐπαινοῦσι γὰρ τὸν Κάϊν καὶ τὸν Ἰούδαν, ὡς ἔφην, καὶ λέγουσι· τού- του ἕνεκεν παραδέδωκεν αὐτόν, ἐπειδὴ ἠβούλετο καταλύειν τὰ καλῶς δεδιδαγμένα. ἄλλοι δὲ τῶν αὐτῶν· οὐχί φασίν, ἀλλὰ ἀγαθὸν αύτὸν ὄντα παρέδωκεν κατὰ τὴν ἐπουράνιον γνῶσιν. ἔγωνσαν γάρ, φασίν, οἱ ἄρχοντες ὅτι ἐὰν ὁ Χριστὸς παραδοθῇ σταυρῷ κενοῦται αὐτῶν ἡ ἀσθενὴς δύναμις. καὶ τοῦτο, φησί, γνοὺς ὁ Ἰούδας ἔσπευσεν καὶ πάντα ἐκίνησεν ὥστε παραδοῦναι αὐτόν, ἀγαθὸν ἔργον ποιήσας ἡμῖν εἰς σωτηρίαν. καὶ δεῖ ἡμᾶς ἐπαινεῖν καὶ ἀποδιδόναι σὐτῷ τὸν ἔπαινον, ὅτι δι᾿ αὐτοῦ κατεσκευάσθη ἡμῖν ἡ τοῦ σταυροῦ σωτηρία καὶ ἡ διὰ τῆς τοιαύτης ὑποθέσεως τῶν ἄνω ἀποκάλυψις. Κατὰ πάντα δὲ τρόπον οὑτοι ἠπάτηνται, οὐκ ἀγαθόν τινα τιμῶντες ἢ ἐπαινοῦντες. δῆλον δὲ ὅτι ἐκ τοῦ διαβόλου αὐτοῖς ταῦτα ὑπέσπαρται, τὰ τῆς ἀγνοίας λέγω καὶ ἀπάτης. πληροῦται δὲ ἐπ’ αύτοῖς τὸ γεγραμμένον »οὐαὶ τοῖς λέγουσι τὸ καλὸν πονηρὸν καὶ τὸ πονηρὸν ἀγαθόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ λέγοντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ«.