Ancient Greek
3.9 to 3.10
Epiphanius, Panarion (Adversus haereses) 3.9-4-10
Not analysed yet
ἢ *δυναμένῳ μέν, μὴ ἐλεοῦντι δέ. δι᾿ ἣν τοίνυν αἰτίαν ἄχρι τῶν καταχθονίων χριστὸς κατῆλθεν, τίτι τῷ λόγῳ τὸ τριήμερον κοιμηθεὶς πεπονθὼς ἀνέστη; πῶς δὲ πληροῦται <τό> »ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ«; ποίων δὲ ζώντων καὶ νεκρῶν ἀλλ᾿ ἢ τῶν χρῃζόντων τῆς αὐτοῦ ἄνω καὶ κάτω ἐπικουρίας; πῶς δὲ ἔσται τὰ ἀπὸ τοῦ φυράματος ἅγια, εἰ αὐτὸ τὸ φύραμα οὐκ ἔστιν ἅγιον, ὡς καὶ παρὰ τῷ ἁγίῳ ἀποστόλῳ ἐμφέρεται; ρεται; φάσκει γὰρ καὶ περὶ Εὔας ὁ αὐτὸς ἀπόστολος ὅτι »σωθήσεται διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ δικαιοσύνῃ«.