Ancient Greek
Κατὰ ταιανῶν κ(?) , τῆς δὲ ἀκολουθέας μς., Chapter 4
Epiphanius, Panarion (Adversus haereses) 4-5
Not analysed yet
4. Καὶ πολλὰ ἔστι περὶ τούτων λέγειν, ὡς παντί τῳ σύνεσιν κεκτημένῳ φανήσεται ἡ πρόχειρος βλασφημία καὶ ἐσκοτωμένη διάνοια τοῦ Τατιανοῦ καὶ τῶν ἀπ᾿ αὐτοῦ Τατιανῶν καλουμένων. παρὶ ὧν συντόμως διεξελθόντες τὰ κατ᾿ αὐτοὺς βλαβερὰ καὶ καωνώπων δικην δήγματα, ἐλαίου ἰκμάδα τῆς τοῦ κυρίου διδασκαλίας τοῖς δεδηγμένοις ὑπὸ τῶν Τατιανοῦ λόγων ἐπιθέμενοι ἰασάμεθα διὰ τῆς τοῦ κυρίου ἀληθείας καὶ δυνάμεως. αὐτοῦ λέγοντος ὅτι ᾿οὐκ ἦλθον εἰ μὴ διὰ τὸ πρόβατον τὸ πεπλανημένον οἴκου Ἰσραήλ«. διὸ καὶ ἐν παραβολαῖς ἔλεγεν ὅτι ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, ὃν δὴ καὶ λῃσταῖς περιπεσεῖν διηγεῖτο, ἵνα δείξῃ τὸ πρόβατον καὶ τὸν ἀπὸ Ἱερουσαλὴμ καταβεβηκότα, τὸν ἀπὸ τῆς δόξης τῆς μείζονος εἰς ἐλάττωσιν κατενεχθέντα καὶ τὸν ἀπὸ τῆς μιᾶς ἐντολῆς τοῦ ἰδίου ποιμένος ἀποσπασθέντα καὶ πεπλανημένον. ὅθεν καὶ τὸν ἅγιον Ἀδὰμ τὸν πατέρα <ἡμῶν> ἐν ζῶσι πεπιστεύκαμεν· δι᾿ ὃν καὶ τοὺς ἀπ᾿ αὐτοῦ ἡμᾶς πάντας Χριστὸς ἦλθεν, τοῖς μὲν πάλαι αὐτὸν γινώσκουσι καὶ μὴ πλανηθεῖσιν ἀπὸ τῆς αὐτοῦ θεότητος ἕνεκεν δὲ σφαλμάτων ἐν Ἅιδῃ κατεσχημένοις ἀμνηστίαν χαρίσασθαι, τοῖς μὲν ἔτι ἐν κόσμῳ διὰ μετανοίας, τοῖς δὲ ἐν Ἁιδῃ δι᾿ ἐλέους καὶ σωτηρίας.