Ancient Greek
30.8 to 30.13
Epiphanius, Panarion (Adversus haereses) 30.8-13
Not analysed yet
κατὰ γὰρ την ἀκολουθίαν, ὡς ἔφαμεν,μετὰ τὰς μݲ <ἡμέρας> και τὰς ἅλλας δύο ἑβδομάδας καὶ δύο ἡμέρας τὰς <ἐν Ναζαρὲτ> πρὸς Ἰωάννην ἐγένετο πρώτην ἡμέρανκαὶ τὴν αὔριιον· <ἀπ᾿> αὐτοῦ δὲ ἀνακάμψαντος Ναζαρὲτ καὶ μείναντος ἀπὸ ὥρας δεκάτης ἄχρι ἑσπέρας, τῇ δὲ ἄλλῃ ἡμέρᾳ ἐξελθόντος καὶ συναντή- σαντος Φιλίππῳ ὅ εἰσι δύο ἡμέραι, λοιπὸν τὸ ἀμετάστατον τῆς ἀκριβείας τὸ εὐαγγέλιον δείκνυσιν διὰ τὰς πρύτας δύο, ἃς ἐλθὼν ἔμεινεν, <λέγον> »τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας«, ὅπερ σύμβολον ἦν τῆς ἐκκλησίας· ἐν γὰρ τῇ τρίτῃ ἡμέρᾳ τῆς ἐν τῇ καρδίᾳ τῆς γῆς αὐτοῦ πραγματείας, ἧς †ἐν τῇ γῇ ἐποίησε μετὰ τὸ πάθος, ἀναστὰς γάμον συνῆπτε τῇ Κανᾷ· Κανᾶ γὰρ ἑρμηνός· ἡ κτησαμένη. τίς δέ ἐστιν ἡ κτησαμένη ἀλλ᾿ ἢ ἡ κληρονόμος περὶ ἧς ὁ ψαλμῳδὸς ἐν τῷ πέμπτῳ ψαλμῷ ἔλεγεν »ὑπὲρ τῆς κληρονομούσης« καὶ τὰ ἑξῆς; γάμος γὰρ ὡς ἀληθῶς οῠτος εὐλογημένος, ἀπὸ τοῦ τύπου ἐκείνου λαβὼν τὴν πρόφασιν. ἐκεῖ μὲν γὰρ γάμος ἦν αἰσθητὸς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ὕδωρ ἀληθῶς οἶνος γεγονός· καὶ ἐκλήθη κατὰ δύο τρόπους, ἵνα τὸ ὑδαρὲς τῶν ἐν τῷ κόσμῳ ἐκβαχευομένων ἐπιστύψῃ <διὰ> τοῦ γάμου εἰς σωφροσύνην καὶ εἰς σεμνότητα, καὶ ἵνα τὸ λεῖπον ἐπιδιορθώσηται εἰ εὐφρασίαν <διὰ> τοῦ λυσιπόνου οἴνου καὶ τῆς χάριτος, ἵνα κατὰ πάντα τρόπον ἀποφράξῃ τὰ στόματα τῶν κατὰ τοῦ †κυρίου ἐπεγειρομένων καὶ ἵνα δείξῃ ὅτι αὐτὸς θεός ἐστι σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι αὐτοῦ, τὸ ὕδωρ τῇ ἀμπέλῳ παρέχων χροΐζων <τε> αὐτὸ ἐνν αὐτῇ εἰς οἶνον εἰς εὐφρασίαν ἀνθρώπων. ἐν ἄλλῳ δὲ τόπῳ μακρότερον περὶ τούτων διηγησάμεθα, ἐνταῦθα δὲ ὡς ἐν παρεκβάσει διέδραμον τὸν λόγον.