Ancient Greek
30.1 to 30.7
Epiphanius, Panarion (Adversus haereses) 30.1-3-7
Not analysed yet
30. διὸ καὶ ἐν πολλοῖς τόποις ἄχρι τῆς δεῦτο τουτὶ γίνεται διὰ τὸ τότε γεγενημένον θεοσήμειον εἰς μαρτύριον τοῖς ἀπιστοῦσιν, ὡς μαρτυροῦσιν ἐν πολλοῖς τόποις τηγαί τε καὶ ποταμοὶ εἰς οἶνον ματαβαλλόμενοι· Κιβύρης μὲν τῆς πόλεως τῆς Καρίας ἡ πηγή, καθ᾿ ἣν ἤντλησαν ὥραν οἱ διάκονοι καὶ εἶπεν »δότε τῷ ἀρχιτρικλίνῳ«· μαρτυρεῖ δὲ καὶ ἡ ἐν Γεράσῃ τῆς Ἀραβίας πηγὴ ὡσαύτως· αὐτοὶ <γὰρ ἡμεῖς> πεπώκαμεν ἀπὸ τὴς Κιβθρ<ικ>ῆς, ἡμέτεροι δὲ ἀδελφοῖ ἀπὸ τῆς ἐν Γεράσῃ πηγῆς τῆς ἐν τῷ μαρτυρίῶ. πολλοὶ δὲ καὶ ἐν Αἰυύπτῳ περὶ τοῦ Νείλου τοῦτο μαρτυροῦσι. διόπερ ἐν τῇ ἑνδεκάτῃ τοῦ Τθβὶ κατ᾿ Αἰγυπτίους πάντες ὑδρεύονται ὕδωρ καὶ ἀποτιθέασιν ἐν αὐτῇ τῇ Αἰγύπτῳ καὶ ἐν πολλαῖς πατρίσιν. οὕτως γὰρ εὑρίσκεται μετὰ τὴν δωδεκάτην Ἀθύρ, ἀπελθόντος καὶ πειρασθέντος τεσσαράκοντα ἡμέρας καὶ ἐλθόντος εἰς Ναζαρὲτ καὶ μείναντος ὡσεὶ ἑβδομάδας δύο καὶ ἡμέρας τρεῖς, κατελθεῖν ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην διατελέσαι τε πρώτην καὶ δευτέραν ἡμέαν καὶ ἀνακάμψαι εἰς Ναζαρὲτ καὶ μεῖναι ὡσαύτως πρώτην καὶ δευτέραν ἡμέραν καὶ ἐξελθεῖν τῇ τρίτῃ ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς πληροῦσθαι τὰς πάσας ἡμέρας ξݲ ἀπὸ τοῦ βαπτίσματος, τεσσαράκοντα μὲν τοῦ πειρασμοῦ καὶ τὰς εἰς ναζαρὲτ δύο ἑβδομάδας <καὶ δύο ἡμέρας> καὶ τὰς ἄλλας δύο, καὶ τῇ τρίτῃ τὸ σημεῖον τοῦ ὕδατος ἐν τῷ γάμῳ γεγενῆσθαι. μετέπειτα ἡκέναι αὐτὸν ἐν Καφαρναοὺμ καὶ ἐργάσασθαι ἕτερα, ὡς ἔφαμεν πολλάκις, καὶ πάλιν εἰς Ναζαρὲτ ἀνελθόνα ἀναγνῶναι τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου. διὸ λέγουσι »ποίησον καὶ ὧδε σημεῖα ὅσα ἠκούσαμενν ἐν Καφαρναούμ σε πεποιηκέναι«· ὕστερον δὲ πάλιν ἐλθόντα αὐτὸν εἰ καφαρναοὺμ ἐκεῖθεν διαβῆναι ἐπὶ τὴν λίμνην εἴτ᾿ οὖν θάλασσαν Γεννησαρέθ, τέλεόν <τε> τοῦς περὶ Πέτρον ἐκλελέχθαι καὶ οὕτως ἐκεῖθεν συνάψαι τὴν πᾶσαν τοῦ κηρύγματος τελείωσιν.