Ancient Greek
31.7 to 31.11
Epiphanius, Panarion (Adversus haereses) 31.7-11
Not analysed yet
ἀρα οὐν μάτην λέγει τῷ προφήτῃ »γράψον«; οὐχί, ἀλλὰ ἴνα δείξῃ τὸ πνεῦμα τὸ ἄγιον τὸ ἐν τῷ προφήτῃ, αὐτὸ ἐνεργητικὸν γινόμενον τῆς συλλήψεως τῆς ἐνσάρκου Χριστοῦ παρουσίας ἐν ἀληθείᾳ· πνεῦμα γὰρ ἅγιον ἐπελεύσεται ἐπὶ σέ‘ φησὶν ὁ ἄγγελος Γαβριὴλ τῇ Μαρίᾳ καὶ τὰ ἑξῆς. τὸ δέ »γραφίδι ἀνθρώπου« τουτέστιν εἰκόνι ἀνθρώπου· »ἄνθρωπος γὰρ Χριστὸς Ἰησοῦς, μεσίτης δὲ θεοῦ καὶ ἀνθρώπων«, ἐπειδὴ ἄνωθεν ἦλθεν θεὸς Λόγος, ἐκ Μαρίας δὲ ἄνθρωπος, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς γεγεννημένος. καὶ διὰ τοῦτο εὐθύς φησιν ὁ προφήτης »καὶ εἰσῆλθεν πρὸς τὴν προφῆτιν«, ἴνα δείξῃ προφῆτιν τὴν Μαρίαν, καὶ οὐχὶ τὴν γυναῖκα Ἄχαζ, ὥς τινες πλανῶνται φάσκοντες διὰ τὸν Ἐζεκίαν εἰρῆσθαι. ἤδη γὰρ ὁ Ἐζεκίας ενδεκα ἴτη εἶχεν γε- γεννημένος. τῷ γὰρ τρίτῳ ἔτει τῆς τοῦ πατρὸς αὐτοῦ βασιλείας τὸ ῥῆμα ἐπροφητεύετο ὅτι »ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει«. καὶ μετὰ τὸ ἀποθανεῖν τὸν Ἄχαζ, βασιλεύσαντα δεκατέσσαρα ἔτη καὶ τελευτήσαντα, εὐθύς φησιν ἡ γραφή »καὶ ἐβασίλευσεν Ἐζεκίας, καὶ ἦν εἴκοισ 〈πέντε〉 ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν«. πῶς οὐν ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτοῦ, τεσσαρεσκαίδεκα ἔτη αὐτοῦ βασιλεύσαντος, προφητευομένου τοῦ ἐκ παρθένου γεννωμένου Ἐμμανουὴλ Ἐζεκίας γεννηθήσεται, ὁ εἴκοσι ἐτῶν βασιλεύσας μετὰ τὸν αὐτοῦ πατέρα, καὶ οὐχὶ μᾶλλον φανήσεται τοῖς συνετοῖς ὅτι ἤδη ὑπῆρχεν γεννηθείς, ὅτε ὁ προφήτης προεφήτευσε τὸ ῥῆμα ἐπὶ τῆς τοῦ Ἄχαζ πατρὸς τοῦ Ἐζεκίου βασιλείας;