Ancient Greek
Κατὰ Ἐβιωναίων ιݲ, τῆς δὲ ἀΚολουθίας λݲ., Chapter 31
Epiphanius, Panarion (Adversus haereses) 31.12
Not analysed yet
μάλιστα οὐδὲ προφήτιδος οὔσης τῆς τοῦ Ἄχαζ γυναικός, ὡς παντί τῳ δῆλόν ἐστιν. Μαρια δὲ ἔστιν, ἡ εἰποῦσα καὶ προφητεύουσα »ὅτι ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαὶ τῆς γῆς«· πρὸς ἣν εἰσῆλθε Γαβριὴλ καὶ εὐηγγελίσατο ὡς τὸ πνεῦμα ἐλεύσεται ἐπ αὐτὴν τὸ ἐν Ἠσαίᾳ λαλῆσαν καὶ γεννήσει υἱόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, διὰ πνεύματος ἁγίου καὶ οὐκ ἀπὸ σπέρματος ἀνδρός, ὡς οὗτοι ἀφραίνοντες καὶ σφαλλόμενοι βλασφημοῦσιν.