Ancient Greek
32.1 to 32.3
Epiphanius, Panarion (Adversus haereses) 32.1-3
Not analysed yet
32. Ἐλήλεγκται δὲ τοῦ ματαιόφρονος καὶ ὁ σαββατισμὸς καὶ ἡ περιτομὴ καὶ οἱ καθ᾿ ἡμέραν βαπτισμοὶ ὑπ’ αὐτοῦ γινόμενοι· ἐν γὰρ σαββάτῳ φιλοτιμεῖται τὰ πλεῖστα θεραπεύειν Ἰησοῦς. καὶ οὐ μόνον ὅτι θεραπεύει, ἀλλὰ καὶ κατὰ δύο τρόπους ἰᾶται. παραγγέλλει γὰρ τοῖς ἰατρευθεῖσιν ἐν τῷ σαββάτῳ αἴρειν τὸν κράββατον καὶ βαδίζειν, ἀλλὰ καὶ ἐν σαββάτῳ πηλὸν φυράσας ἐπέθηκεν τοῖς τοῦ τυφλοῦ ὀφθαλμοῖς· ἔργον δὲ ἐστι πηλὸν φυρᾶσαι. ὅθεν γνόντες οἱ ἀπόστολοι ὅτι λέλυται τὸ σάββατον ἀπὸ τῆς αὐτοῦ ἅμα αὐτοῖς συνδιατριβῆς καὶ διδασκαλίας, τίλλουσι στάχυας σαββάτῳ καὶ ψώχουσι καὶ ἐσθίουσιν.