Ancient Greek
Κατὰ Ἐβιωναίων ιݲ, τῆς δὲ ἀΚολουθίας λݲ., Chapter 32
Epiphanius, Panarion (Adversus haereses) 32.10
Not analysed yet
ὅθεν θαρσαλέως οἱ μαθηταὶ λύουσι τὸ σάββατον, ἐπειδὴ καὶ οἱ πρὸ αὐτῶν ἱερεῖς ἔλυον ἐν τῷ ναῷ τὸ σάββατον θύοντες καὶ θεῷ θυσίας προσφέροντες, ἵνα μὴ ἀργήσῃ θυσία ἡ ἐνδελεχὴς καὶ καθ’ ἡμέραν προσφερομένη. οὐ μόνον δὲ αὐτοὶ Προεφήτευον οἱ ἱερεῖς λυθήσεσθαι τὸ σάββατον διὰ τοῦ μὴ ἀργεῖν, ἀλλὰ καὶ αὐτὴ ἡ περιτομὴ ἔλυε τὸ σάββατον. γεννωμένου γὰρ παιδὸς πολλάκις ἐν σαββάτῳ ἀναίρεσις σαββάτου καὶ περιτομῆς ἐγίνετο· οὕτω ταῖς ἀμφοτέραις ἡ λύσις προεθεσπίζετο. δείκνυται γὰρ ὅτι οἱ Περιτέμνοντες αὐτὸ τὸ γεννηθὲν ἐν σαββάτῳ, ἐὰν θελήσωσιν ἀκριβολογήσασθαι τὴν ὀγδόην ἡμέραν, εὑρίσκοντες ἐμπίπτουσαν έν σαββάτῳ καὶ περιτέμνοντες ἔργον εἰργάσαντο καὶ τὸ σάββατον ἔλυσαν·