Ancient Greek
Κατὰ Ἐβιωναίων ιݲ, τῆς δὲ ἀΚολουθίας λݲ., Chapter 32
Epiphanius, Panarion (Adversus haereses) 32.9
Not analysed yet
ὅ ἐστιν Χριστός, ἐν ᾡ ἀναπέπαυται ὁ πατὴρ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, καὶ πάντες ἄνθρωποι ἅγιοι ἐν αὐτῷ ἀνεπαύσαντο, παυσάμενοι ἀπὸ ἁμαρτημάτων. οὗτός ἐστι τὸ μέγα σάββατον καὶ ἀίδιον, οὑ τύπος ἦν τὸ μικρὸν καὶ πρόσκαιρον σάββατον, ἐξυπηρετούμενον ἄχρι τῆς αὐτοῦ παρουσίας, προσταχθὲν ὑπ᾿ αὐτοῦ κατὰ τὸν νόμον καὶ ἐν αὐτῷ Μὲν καὶ πληρωθὲν ἐν τῷ εὐαγγελίῳ· οὕτως γὰε εἶπεν ὅτι κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου«.