Ancient Greek
32.10 to 32.11
Epiphanius, Panarion (Adversus haereses) 32.10-2-11
Not analysed yet
εἰ δὲ χλευάζονται παρ᾿ ὑμῖν, ὦ οὗτοι, αἱ τῶν ἀγγέλων σάλπιγγες διὰ τὸ ἐν τῇ Ἀποκαλύψει γεγράφθαι, χλευάζεται ἄρα καὶ ἡ παρὰ τῷ ἁγίῳ ἀποστόλῳ σάλπτιγξ εἰρημένη· »καταβήσεται, γάρ φησιν, κύριος ἀπ᾿ οὐρανοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι καὶ οἱ νεκροὶ ἀναστήσονται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἐν φωνῇ ἀρχαγγέλου«. συνᾴδοντος τοίνυν τοῦ Παύλου τῷ ἁγίῳ ἀποστόλῳ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει, ποία τις ὑπολείπεται ἀντιλογία; πῶς δὲ οὐκ εὐθὺς ἑκάστη πλάνη ἐλεγχθήσεται, τοῦ θεοῦ ἐν ἑκάστῳ <ὑπὲρ> τῶν ἁγίων δεδωκότος μαρτυρίαν;