Ancient Greek
33.1 to 33.7
Epiphanius, Panarion (Adversus haereses) 33.1-3-7
Not analysed yet
33. Εἶτά τινες ἐξ αὐτῶν πάλιν ἐπιλαμβάνονται τούτου τοῦ ῥητοῦ ἐν τῇ αὐτῇ Ἀποκαλύψει καὶ φάσκουσιν ἀντιλέγοντες ὅτι »εἶπεν πάλιν· γράψον τῷ ἀγγέλῳ τῆς ἐκκλησίας τῆς ἐν Θυατείροις, καὶ οὐκ ἔνι ἐκεῖ ἐκκλησία Χριστιανῶν ἐν Θυατείροις. πῶς οὖν ἔγραφε τῇ μὴ οὔσῃ; «καὶ εὑρίσκονται οἱ τοιοῦτοι ἑαυτοὺς †ἀναγκάζοντες ἐξ αὐτῶν ὧν κηρύττουσι ὑπὲρ τὴς ἀληθείας ὁμολογεῖν. ἐὰν γὰρ εἴπωσιν »οὐκ ἔνι νῦν ἐκκλησία εἰς Θυάτειρα« δεικνύουσι προπεφητευκέναι τὸν Ἰωάννην. ἐνοικησάντων γὰρ τούτων ἐκεῖσε [καὶ] τῶν κατὰ Φρύγας καὶ δίκην λύκων ἁρπαξάντων τὰς διανοίας τῶν ἀκεραίων πιστῶν, μετήνεγκαν τὴν πᾶσαν πόλιν εἰς τὴν αὐτῶν αἵρεσιν, οἵ τε ἀρνούμενοι τὴν Ἀποκάλυψιν κατὰ τοῦ λόγου τούτου εἰς ἀνατροπὴν κατ᾿ ἐκεῖον καιροῦ ἐστρατεύοντο. νῦν δὲ διὰ τὸν Χριστὸν ἐν τῷ χρόνῳ τούτῳ, μετὰ χρόνον ρݲιݲβݲ ἐτῶν, ἔστιν <ἐκεῖ> ἡ ἐκκλησία καὶ αὔξει, <εἰ> καὶ ἄλλοι τινὲς ἐκεῖσε τυγχάνουσι· τότε δὲ ἡ πᾶσα ἐκκλησία ἐκενώθη εἰς τὴν κατὰ Φρύγας. διὸ καὶ ἐσπούδασε τὸ ἅγιον πνεῦμα ἀποκαλύψαι ἡμῖν πῶς ἤμελλε πλανᾶσθαι ἡ ἐκκλησία μετὰ τὸν χρόνον τῶν ἀποστόλων, τοῦ τε Ἰωάννου καὶ τῶν καθεξῆς, ὃς ἦν χρόνος μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν *,ἐπὶ ἐνενήκοντα τρισὶν ἔτεσιν, ὡς μελλού- σης τῆς ἐκεῖσε ἐκκλησίας πλανᾶσθαι καὶ χωνεύεσθαι ἐν τῇ κατὰ Φρύγας αἱρέσει. οὕτω γὰρ εὐθὺς διελέγχει <αὐτοὺς> ὁ κύριος ἐν τῇ Ἀποκαλύψει λέγων »γράψον τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας· τάδε λέγει ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρὸς καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· οἶδά σου τὰ ἔργα καὶ τὴν πίστιν καὶ ἀγάπην καὶ τὴν διακονίαν, καὶ ὅτι τὰ ἔσχατά σου πλείονα τῶν πρώτων. ἔχω δὲ κατὰ σοῦ, ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ ἀπατᾶν τοὺς δούλους μου, λέγουσαν ἑαυτὴν προφῆτιν, διδάσκουσαν φαγεῖν εἰδωλόθυτα καὶ πορνεύειν. καὶ ἔδωκα αὐτῇ χρόνον μετανοῆσαι καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς«.