Ancient Greek
32.5 to 32.8
Epiphanius, Panarion (Adversus haereses) 32.5-8
Not analysed yet
ὅτε γὰρ ὑποπίπτουσιν αὑται αἱ ἡμέραι, ἤτοι ἐν δευτέρᾳ σαββάτων ἢ ἐν τρίτῃ ἢ ἐν τετράδι, σάββατον καὶ αὐτὸ αὐτοῖς ὁρίζεται. διὸ μετὰ τὴν τῶν ἀζύμων γενομένην ἡμέραν καὶ ὁρισθεῖσαν ἡμέραν σαββάτου, τῷ σαββάτῳ φύσει τῷ μετὰ τὴν ἡμέρα τῶν ἀζύμων εἰς σάββατον λελογισμένην, εὑρέθησαν διαβαίνοντες διὰ τῶν σπορίμων καὶ ἔτιλλον στάχυας καὶ ἔψωχον καὶ ἤσθιον, δεικνύντες ὅτι λέλυται ὁ δεσμὸς ὁ ἐν τῷ σαββάτῳ ὁριζόμενος, ἐλθόντος τοῦ μεγάλου σαββάτου τουτέστιν Χριστοῦ, τοῦ ἀναπαύσαντος ἡμᾶς ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν, οὗ τύπος ἠν ὁ Νῶε, ὃν ὁ πατὴρ αὐτοῦ γεννηθέντα ἑωρακὼς κατὰ προφητείαν ἐπέθετο αὐτῷ ὄνομα Νῶε, λέγων ὅτι »οὗτος ἀναπαύσει ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἤτοι σκληρῶν ἔργων ἡμῶν‘. ὁ Νῶε δὲ ἀπὸ ἁμαρτιῶν οὐκ ἀνέπαυσεν, ἀλλὰ εἰς Χριστὸν προεφήτευσεν ὁ Λάμεχ τὴν προφητείαν, τὸν Νῶε ἑρμηνευόμενον ἐν ἀληθείᾳ Νῶς γὰε ἀνάπαυσις ἑρμηνεύεται) καὶ Σεβέθ, ὅπερ ἀνάπαυσις καὶ σάββατον ἐρμηνεύεται·