Ancient Greek
Κατὰ Ἐβιωναίων ιݲ, τῆς δὲ ἀΚολουθίας λݲ., Chapter 33
Epiphanius, Panarion (Adversus haereses) 33.2
Not analysed yet
ἐκείνη μὲν γὰρ εἰ ἠν ἁγιαστείας ἕνεκα καὶ κληρονομίας οὐρανῶν βασιλείας χάριν, ἄρα ἐστέρηται Σάρρα τῆς βασιλείας καὶ Ῥεβέκκα καὶ Λεία καὶ Ῥαχὴλ καὶ Ἰωχαβὲτ καὶ μαρία ἡ ἀδελφὴ Μωυσέως καὶ πᾶσαι αἱ ἅγιαι γυναῖκες, καὶ οὐ δυνήσονται κληρονομεῖν βασιλείαν οὐρανῶν, μὴ δυνηθεῖσαι τὴν περιτομὴν τοῦ Ἀβραὰμ ἔχεινμ, ἣν θεὸς αὐτῷ δεδώρηται κατὰ τὸν τούτων λόγον. εἰ δὲ οὐκ ἐστέρηνται αὑται τῆς βασιλείας τῶν οὐρανῶν, καίτοι οὐ μετεσχηκυῖαι περιτομῆς, οὐδὲν οὐδὲν ἰσχύει ἡ νῦν ἔνσαρκος περιτομή.