Ancient Greek
33.3 to 33.8
Epiphanius, Panarion (Adversus haereses) 33.3-8
Not analysed yet
τί δὲ καυχᾶται Ἐβίων περὶ περιτομῆς, ὁπότε καὶ οἱ εἰδωλολάτραι καὶ ἱερεῖς τῶν Αἰγυπτίων περιτομὴν ἔχουσιν; ἀλλὰ καὶ οἱ Σαρακηνοὶ οἱ καὶ Ἰσμα- ηλῖται περιτομὴν ἔχουσι καὶ Σαμαρεῖται καὶ Ἰουδαῖοι] καὶ Ἰδουμαῖοι καὶ Ὁμηρῖται. τούτων δὲ οἱ πλείους οὐ διὰ νόμον τοῦτο ποιοῦσιν, ἀλλὰ ἀλόγῳ τινὶ συνηθείᾳ. Καὶ ἁπλῶς πολὺν χρόνον ἀναλώσω κατατριβόμενος εἰς τὴν τούτου ληρῳδίαν, διὰ τὸ ἐπερείδεσθαι αὐτὸν μάτην τῷ ῥητῷ ᾡ εἴρηκεν ὁ σωτήρ ἀρκετὸν τῷ μαθητῇ εἶναι ὡς ὁ διδάσκαλος«, ἵνα καὶ αὐτὸς σεμνύνηται τὴν ἰδίαν περιτομὴν ἀπὸ τῆς τοῦ Χριστοῦ περιτομῆς τῆς ἐν αὐτῷ καλῶς περιτμηθείσης καὶ δι᾿ αὐτοῦ καταλυθείσης. ὅμως ἐπειδὴ βούλεται ὁ κτηνώδης διὰ τὴν πρὸς τὸν Χριστὸν μίμησιν λαμβάνειν τοῦτον τὸν λόγον, οὐκ ὀκνήσω δεῖξαι ὅτι οὐ διὰ τοῦτο εἴρηται. εὐθὺς γὰρ φράζει ὁ κύριος λέγων ὅτι οὐ διὰ τοῦτο εἶπεν, ἀλλὰ διὰ τοὺς διωγμοὺς καὶ τὴν τῶν Ἰουδαίων εἰς αὐτὸν παροινίαν, καί φησιν εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ ἐμὲ ἐμίσησαν, καὶ ὑμᾶς μισήσουσιν‘. οὐκ ἐμὲ λέγετε κύριον καὶ διδάσκαλον; καὶ καλῶς λέγετε, εἰμὶ γάρ«· »εἰ οὖν τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ γε μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ; ‘καί οὐ δύναται δοῦλος εἶναι ὑπὲρ τὸν κύριον αὐτοῦ οὐδὲ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ· ἤτω δὲ κατηρτισμένος κατὰ πάντα ὁ μαθητής, ὡς ὁ διδάσκαλος« τουτέστιν ἕτοιμος εἰς διωγμὸν καὶ κακολογίαν καὶ πᾶν ὁτιοῦν ἐπιφερόμενον. ὅθεν καὶ ὁ ἅγιος Παῦλος ἔλεγεν μιμηταί μου γένεσθε καθὼς κἀγὼ Χριστοῦ«. καὶ οὐχ ὅτι ἐκεῖνος ἐμιμεῖτο τὸν αὐτοῦ δεσπότην ὡς οὐκ ἔδει· οὐδὲ γὰρ ἔλεγεν ὅτι θεός εἰμι ἢ υἱὸς θεοῦ εἰμι ἢ Λόγος ὁ θεός εἰμι· λέγει γὰρ ὅτι »ἐγώ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων« καὶ »ὡσπερεί τῳ ἐκτρώματι ὤφθη κἀμοί‘.